ΤΑ ΕΓΚΩΜΙΑ ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ

«Η ζωή εν τάφω»

Η ζωή εν τάφω κατετέθης, Χριστέ, και Αγγέλων στρατιαί εξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι την σην.
Μεγαλύνομέν σε, Ιησού Βασιλεύ, και τιμώμεν την ταφήν και τα πάθη σου, δι ών έσωσας ημάς εκ της φθοράς.
Οίμοι φως του Κόσμου! Οίμοι φως το εμόν! Ιησού μου ποθεινότατε έκραζεν, η Παρθένος θρηνωδούσα γοερώς.
Η ζωή εν τάφω κατετέθης, Χριστέ, και Αγγέλων στρατιαί εξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι την σην.

«Άξιόν εστί»

Άξιόν εστί, μεγαλύνειν σε τον Ζωοδότην, τον εν τω Σταυρώ τας χείρας εκτείναντα και συντρίψαντα το κράτος του εχθρού.
Έφριξεν η γη, και ο ήλιος Σώτερ εκρήβη, σου του ανεσπέρου φωτός Χριστέ, εν τω τάφ? δύντος νυν σωματικώς.
Έκλαιε πικρώς, η πανάμωμος Μήτηρ σου, Λόγε, ότε εν τάφω εώρακε σε τον άφραστον και άναρχον Θεόν.
Άναρχε Θεέ, συναϊδιε Λόγε και Πνεύμα, σκήπτρα των Ανάκτων κραταίωσον, ειρήνην δος ημίν ως αγαθός.
Άξιόν εστί, μεγαλύνειν σε τον Ζωοδότην, τον εν τω Σταυρώ τας χείρας εκτείναντα και συντρίψαντα το κράτος του εχθρού.

«Αι γενεαί πάσαι»

Αι γενεαί πάσαι, ύμνον τη Ταφή σου, προσφέρουσι Χριστέ μου.
Ω φως των οφθαλμών μου, γλυκύτατόν μου τέκνον, πώς τάφω νυν καλύπτει;
Ανάστα ζωοδότα, η Σε τεκούσα μήτηρ δακρυρροόυσα λέγει.
Ω γλυκύ μου έαρ, γλυκύτατόν μου τέκνον, που έδυ σου το κάλλος;
Έρραναν τον τάφον αι μυροφόροι μύρα λίαν πρωί ελθούσαι.
Αι γενεαί πάσαι, ύμνον τη Ταφή σου, προσφέρουσι Χριστέ μου.

 

Advertisements